Tiberius and Caius Gracchus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ τοῦ Φιλομήτορος Ἀττάλου τελευτήσαντος Εὔδημος ὁ Περγαμηνὸς ἀνήνεγκε διαθήκην ἐν ᾗ κληρονόμος ἐγέγραπτο τοῦ βασιλέως ὁ Ῥωμαίων δῆμος, εὐθὺς ὁ Τιβέριος δημαγωγῶν εἰσήνεγκε νόμον ὅπως τὰ βασιλικὰ χρήματα κομισθέντα τοῖς τὴν χώραν διαλαγχάνουσι τῶν πολιτῶν ὑπάρχοι πρὸς κατασκευὴν καὶ γεωργίας ἀφορμήν.

περὶ δὲ τῶν πόλεων, ὅσαι τῆς Ἀττάλου βασιλείας ἦσαν, οὐδὲν ἔφη τῇ συγκλήτῳ βουλεύεσθαι προσήκειν, ἀλλὰ τῷ δήμῳ γνώμην αὐτὸς προθήσειν. ἐκ τούτου μάλιστα προσέκρουσε

paris.1624.831
τῇ βουλῇ· καὶ Πομπήιος μὲν ἀναστὰς ἔφη γειτνιᾶν τῷ Τιβερίῳ καὶ διὰ τοῦτο γινώσκειν Εὔδημον αὐτῷ τόν Περγαμηνὸν τῶν βασιλικῶν διάδημα δεδωκότα καὶ πορφύραν, ὡς μέλλοντι βασιλεύειν ἐν Ῥώμῃ,

Κόιντος δὲ Μέτελλος ὠνείδισε τόν Τιβέριον ὅτι τοῦ μὲν πατρὸς αὐτοῦ

p.178
τιμητεύοντος, ὁσάκις ἀναλύοι μετὰ δεῖπνον οἴκαδε, τὰ φῶτα κατεσβέννυσαν οἱ πολῖται, φοβούμενοι μὴ πορρωτέρω τοῦ μετρίου δόξωσιν ἐν συνουσίαις εἶναι καὶ πότοις, τούτῳ δὲ προφαίνουσι νυκτὸς οἱ θρασύτατοι καὶ ἀπορώτατοι τῶν δημοτῶν·

Τίτος δʼ Ἄννιος, οὐκ ἐπιεικὴς μὲν οὐδὲ σώφρων ἄνθρωπος, ἐν δὲ λόγοις πρὸς τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ἄμαχος εἶναι δοκῶν, εἰς ὁρισμόν τινα προὐκαλεῖτο τόν Τιβέριον, ἦ μὴν ἱερὸν ὄντα καὶ ἄσυλον ἐκ τῶν νόμων ἠτιμωκέναι τόν συνάρχοντα. θορυβούντων δὲ πολλῶν ἐκπηδήσας ὁ Τιβέριος τόν τε δῆμον συνεκάλει καὶ τόν Ἄννιον ἀχθῆναι κελεύσας ἐβούλετο κατηγορεῖν.

ὁ δὲ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ πολὺ λειπόμενος εἰς τὴν ἑαυτοῦ δεινότητα κατεδύετο, καὶ παρεκάλει μικρὰ πρὸ τῶν λόγων ἀποκρίνασθαι τόν Τιβέριον. συγχωροῦντος δὲ ἐρωτᾶν ἐκείνου καὶ σιωπῆς γενομένης εἶπεν ὁ ἂν νιος, ἂν σύ μὲν ἀτιμοῦν με βούλῃ καὶ προπηλακίζειν, ἐγὼ δέ τινα τῶν σῶν ἐπικαλέσωμαι συναρχόντων, ὁ δὲ ἀναβῇ βοηθήσων, σὺ δὲ ὀργισθῇς, ἆρά γε αὐτοῦ τὴν ἀρχὴν ἀφαιρήσῃ;

πρὸς ταύτην λέγεται τὴν ἐρώτησιν οὕτω διαπορηθῆναι τόν Τιβέριον ὥστε πάντων ὄντα καὶ τὸ λέγειν ἑτοιμότατον καὶ τὸ θαρρεῖν ἰταμώτατον ἀποσιωπῆσαι.