Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας ὁ Κάτων παρῆκε· καὶ γὰρ ἦν ὑποκωφότερος· ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν[*](μὲν bracketed by Coraës and Bekker.) ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς· καὶ θεασάμενος ἤδη προκεχωρηκότας ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς.

οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετʼ αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.

ὡς οὖν ἔχων αὐτούς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς· καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως ἀφικέσθαι πρὸς αὑτούς, οἱ. δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἴων, οὐδὲ ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις.

σαφεστάτη γὰρ, ὡς ἔοικεν, αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐδὲ ἀπατηλὸν ἐμέμικτο τοῖς πραττομένοις ὑπʼ αὐτοῦ. πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν

p.392
δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν.