Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ κληρονομίαν δὲ αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων, ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.

ἐπεὶ δὲ ὥραν ᾤετο πρὸς γάμον ἔχειν, οὐδεμιᾷ γυναικὶ συνεληλυθώς, ἡρμόσατο Λεπίδαν, πρότερον μὲν ἐγγυηθεῖσαν Σκηπίωνι Μετέλλῳ, τότε δὲ ἀπειπαμένου τοῦ Σκηπίωνος καὶ τῆς ἐγγύης λυθείσης σχολάζουσαν. οὐ μὴν ἀλλὰ πρὸ τοῦ γάμου μεταμεληθεὶς πάλιν ὁ Σκηπίων καὶ πάντα ποιήσας ἔλαβε τὴν κόρην.