Cato the Younger
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον ἢ Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευομένους, ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων ἀγγέλλοντι τὴν ἐπʼ Αἰγύπτου τοῦ πατρὸς τελευτήν.
πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου Κάτωνος παρόντος οὐδὲ ἀκούειν ἄλλον ἡγεμόνα, διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτείρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστη τε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην· ἐδέξαντο γὰρ
ἐνταῦθα πυνθανόμενος Σκηπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπὸ Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὔαρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών,