Cato the Younger
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας· ἀλλὰ καὶ λέγεται πρός τινα μάχην πρὸ τὸν Δυρραχίου αὐτοῦ τε Πομπηΐου παρορμῶντος
καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας, τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηΐου χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα.
ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηΐου γέγραπται. χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον ὁ Κάτων ἀπεδάκρυε τὴν πατρίδα, καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπʼ ἀλλήλων πεπτωκότας.