Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

διὸ τοῖς τε ἄλλοις φίλοις ὡς ἀπιστῶν προσέκρουσε, καὶ τὸν συνηθέστατον ἁπάντων

p.324
Μουνάτιον εἰς ὀργὴν ὀλίγου δεῖν ἀνήκεστον γενομένην ἐνέβαλεν, ὥστε καὶ Καίσαρι γράφοντι λόγον κατὰ τοῦ Κάτωνος πικροτάτην τοῦτο τὸ μέρος τῆς κατηγορίας διατριβὴν παρασχεῖν.

ὁ μέντοι Μουνάτιος οὐκ ἀπιστίᾳ τοῦ Κάτωνος, ἀλλʼ ἐκείνου μὲν ὀλιγωρίᾳ πρὸς αὐτὸν, αὐτοῦ δέ τινι ζηλοτυπίᾳ πρὸς τὸν Κανίδιον ἱστορεῖ γενέσθαι τὴν ὀργήν. καὶ γὰρ αὐτὸς σύγγραμμα περὶ τοῦ Κάτωνος ἐξέδωκεν, ᾧ μάλιστα Θρασέας ἐπηκολούθησε.

λέγει δὲ ὕστερος μὲν εἰς Κύπρον ἀφικέσθαι καὶ λαβεῖν παρημελημένην ξενίαν, ἐλθὼν δὲ ἐπὶ θύρας ἀπωσθῆναι, σκευωρουμένου τι τοῦ Κάτωνος οἴκοι σὺν τῷ Κανιδίῳ, μεμψάμενος δὲ μετρίως οὐ μετρίας τυχεῖν ἀποκρίσεως, ὅτι κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θεόφραστος, αἴτιον τοῦ μισεῖν γίνεσθαι πολλάκις· ἐπεὶ καὶ σύ, φάναι, τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος ἢ προσήκει τιμᾶσθαι χαλεπαίνεις.