Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

χαίρειν οὖν ἐάσας τὸν θρίαμβον ὁ Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας. ἀποδειχθεὶς δὲ ὕπατος τήν τε Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετʼ ἀλλήλων ἐπὶ τήν πόλιν ὁ μὲν εἰσέφερε νόμους τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας διδόντας, ὁ δὲ παρῆν τοῖς νόμοις βοηθῶν.

οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα

p.312
δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τήν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπʼ οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τήν νομὴν τῆς χώρας, ἀλλʼ ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.

?Ὡς δὲ ταῦτα λέγων τήν τε βουλὴν ὁμόψηφον εἶχε, καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο δυσχεραίνοντες τήν ἀτοπίαν τοῦ Καίσαρος· ἃ γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτα ἀπʼ ἐξουσίας ὑπατικῆς, αἰσχρῶς καὶ ταπεινῶς ὑποδυόμενος τὸν δῆμον, ἔπραττε·

φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκεδάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους· τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων ἔφυγον ἐξ ἀγορᾶς δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος[*](μαρτυρόμενος Bekker and Sintenis2, after Emperius; Coraës and Sintenis1 adhere to the MSS. καταρώμενος (cursing).) τοὺς πολίτας.