Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δὲ αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπιδοίην, δείξας Καλλικλέα τὸν δανειστήν, ὡς δʼ οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον·

ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς

p.164
δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε. πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δʼ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, οὔτε ὑμεῖς, εἶπεν, ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλʼ ἴσμεν ἀλλήλους.

ἐν δὲ καιροῖς ἐπισφαλέσι τραχυνομένου τοῦ δήμου πρὸς αὐτὸν σφόδρα καὶ τῆς στρατηγίας εὐθύνας ἀπαιτοῦντος, σωθείητε, εἶπεν, ὦ μακάριοι, πρῶτον. ἐπεὶ δὲ πολεμοῦντες μὲν ἦσαν ταπεινοὶ καὶ περιδεεῖς, γενομένης δὲ εἰρήνης ἐθρασύνοντο καὶ κατεβόων τοῦ Φωκίωνος ὡς ἀφῃρημένου τὴν νίκην αὐτῶν, εὐτυχεῖτε, εἶπεν, ἔχοντες στρατηγὸν εἰδότα ὑμᾶς· ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε.

τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων, ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων, ἐν οἷς εἰσιν ἥττους, μάχεσθαι. λέγοντα δὲ αὐτὸν οὐ προσιεμένων οὐδὲ ὑπομενόντων ἀκούειν, ἐμέ, εἶπεν, ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δὲ ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε.

τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων,

paris.1624.746
ἂν μανῶσιν, εἶπε· σὲ δέ, ἂν σωφρονῶσι· Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶτα ὑπʼ ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις
p.166
ἐπιρροφοῦντα τοῦ ὕδατος. ἄξιον, ἔφη, τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι, τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;

τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι, δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.