Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁμοίως δέ πως τοῦ Φωκίωνος καὶ ὁ λόγος ἦν ἐπὶ χρηστοῖς εὐτυχήμασι καὶ διανοήμασι σωτήριος, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυντον ἔχων βραχυλογίαν. ὡς γὰρ ὁ Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτως ὁ Φωκίωνος λόγος πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. καὶ πρὸς τοῦτο ἔοικεν ἀπιδὼν ὁ Σφήττιος Πολύευκτος εἰπεῖν ὅτι ῥήτωρ μὲν ἄριστος εἴη Δημοσθένης, εἰπεῖν δὲ δεινότατος ὁ Φωκίων.

ὡς γὰρ ἡ τοῦ νομίσματος ἀξία πλείστην ἐν ὄγκῳ βραχυτάτῳ δύναμιν ἔχει, οὕτω λόγου δεινότης ἐδοκεῖ πολλὰ σημαίνειν ἀπʼ ὀλίγων, καὶ μέντοι καὶ αὐτόν ποτε τὸν Φωκίωνά φασι πληρουμένου τοῦ θεάτρου περιπατεῖν ὑπὸ σκηνήν αὐτόν ὄντα πρὸς

paris.1624.744
ἑαυτῷ τὴν διάνοιαν εἰπόντος δέ τινος τῶν φίλων, σκεπτομένῳ, Φωκίων, ἔοικας, ναὶ μὰ τὸν Δία, φάναι, σκέπτομαι εἴ τι δύναμαι τοῦ λόγου ἀφελεῖν ὃν μέλλω λέγειν πρὸς Ἀθηναίους.
p.156

ὁ δὲ Δημοσθένης τῶν μὲν ἄλλων κατεφρόνει πολὺ ῥητόρων, ἀνισταμένου δὲ Φωκίωνος εἰώθει λέγειν ἀτρέμα πρὸς τοὺς φίλους, ἡ τῶν ἐμῶν λόγων κοπὶς πάρεστιν. ἀλλὰ τοῦτο μὲν ἴσως πρὸς τὸ ἦθος ἀνοιστέον ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸς ἀγαθοῦ μυρίοις ἐνθυμήμασι καὶ περιόδοις ἀντίρροπον ἔχει πίστιν.

νέος δὲ ὢν Χαβρίᾳ προσέμιξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δὲ ἐν οἷς ἐπανορθούμενος τήν ἐκείνου φύσιν ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τόν βίον ἐν Χίῳ πρῶτος εἰσελάσας τῇ τριήρει καὶ βιαζόμενος πρὸς τήν ἀπόβασιν.

ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, καὶ πάλιν ἀφῄρει τήν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι, καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε· τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τήν ἡγεμονίαν, καθʼ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν.

πρώτην οὖν ἐκείνην ναυμαχίαν

p.158
ἡ πόλις αὐτὴ διʼ αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τήν ἅλωσιν, καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. ἐνίκων δὲ μεγάλοις μυστηρίοις· καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθʼ ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.