Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Ἡγήμονος δὲ φήσαντος ὅτι μάρτυς αὐτῷ τῆς πρὸς τὸν δῆμον εὐνοίας Πολυσπέρχων ἐστί, καὶ τοῦ Πολυσπέρχοντος ἀποκριναμένου πρὸς ὀργὴν, παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος, ἀναπηδήσας ὁ βασιλεὺς ὥρμησε λόγχῃ τὸν Ἡγήμονα πατάξαι. ταχὺ δὲ τοῦ Πολυσπέρχοντος περιλαβόντος αὐτόν οὕτω διελύθη τὸ συνέδριον.

τὸν δὲ Φωκίωνα καὶ τοὺς μετʼ αὐτοῦ φυλακῆς περιεχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτο εἶδον, ἐγκαλυψάμενοι καὶ διαφυγόντες ἐσώθησαν. ἐκείνους δὲ Κλεῖτος εἷς Ἀθήνας ἀνῆγε λόγῳ μὲν κριθησομένους, ἔργῳ δὲ ἀποθανεῖν κατακεκριμένους.

καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφʼ ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον· ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ τὸ θέατρον παρασχόντες.

ἐπεὶ δὲ ἥ τʼ ἐπιστολὴ τοῦ βασιλέως ἀνεγνώσθη, λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν ἐλευθέροις τε δὴ καὶ αὐτονόμοις οὖσι, καὶ τοὺς ἄνδρας ὁ Κλεῖτος εἰσήγαγεν, οἱ μὲν βέλτιστοι τῶν πολιτῶν ὀφθέντος τοῦ Φωκίωνος ἐνεκαλύψαντο καὶ κάτω κύψαντες ἐδάκρυον, εἷς

p.226
δὲ ἀναστὰς ἐτόλμησεν εἰπεῖν ὅτι, τηλικαύτην κρίσιν ἐγκεχειρικότος τῷ δήμῳ τοῦ βασιλέως, καλῶς ἔχει τοὺς δούλους καὶ τοὺς ξένους ἀπελθεῖν ἐκ τῆς ἐκκλησίας.