Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ὁ μὲν βασιλεὺς ἐγέλασεν, οἱ δὲ περιεστῶτες τῷ συνεδρίῳ Μακεδόνες καὶ ξένοι σχολὴν ἄγοντες ἐπεθύμουν ἀκούειν, καὶ τοὺς πρέσβεις παρεκάλουν ἀπὸ νεύματος ἐνταῦθα ποιεῖσθαι τὴν κατηγορίαν. ἦν δὲ οὐδὲν ἴσον, ἀλλὰ τῷ μὲν Φωκίωνι πολλάκις ἀντέκρουσεν ὁ Πολυσπέρχων λέγοντι, μέχρι οὗ τῇ βακτηρίᾳ
p.224
πατάξας τὴν γῆν ἀπέστη καὶ κατεσιώπησεν.Ἡγήμονος δὲ φήσαντος ὅτι μάρτυς αὐτῷ τῆς πρὸς τὸν δῆμον εὐνοίας Πολυσπέρχων ἐστί, καὶ τοῦ Πολυσπέρχοντος ἀποκριναμένου πρὸς ὀργὴν, παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος, ἀναπηδήσας ὁ βασιλεὺς ὥρμησε λόγχῃ τὸν Ἡγήμονα πατάξαι. ταχὺ δὲ τοῦ Πολυσπέρχοντος περιλαβόντος αὐτόν οὕτω διελύθη τὸ συνέδριον.