Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πραττομένων δὲ τούτων ὁ μὲν Φωκίων ἐθορυβεῖτο καὶ κατεφρονεῖτο τοὺς Ἀθηναίους ἐξάγειν βουλόμενος, Ἀλέξανδρος δὲ ὁ Πολυσπέρχοντος υἱὸς ἧκε μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ τὸν Νικάνορα τοῖς ἐν ἄστει βοηθήσων, ἔργῳ δὲ τὴν πόλιν, εἰ δύναιτο, καταληψόμενος αὐτὴν ἑαυτῇ περιπετῆ γενομένην.

οἵ τε γὰρ φυγάδες αὐτῷ συνεισβαλόντες εὐθὺς ἦσαν ἐν ἄστει, καὶ τῶν ξένων ἅμα καὶ τῶν ἀτίμων πρὸς αὐτοὺς εἰσδραμόντων ἐκκλησία παμμιγὴς ἠθροίσθη καὶ ἄτακτος, ἐν ᾗ τὸν Φωκίωνα τῆς ἀρχῆς ἀπολύσαντες ἑτέρους εἵλοντο στρατηγούς, εἰ δὲ μὴ συνιὼν εἰς λόγους ὁ Ἀλέξανδρος τῷ Νικάνορι μόνος παρὰ τὸ τεῖχος ὤφθη, καὶ τοῦτο ποιοῦντες πολλάκις ὑποψίαν τοῖς Ἀθηναίοις παρέσχον, οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον.

ἐπεὶ δὲ Ἁγνωνίδης ὁ ῥήτωρ εὐθὺς ἐπεφύετο τοῖς περὶ τὸν Φωκίωνα

paris.1624.757
καὶ κατηγόρει προδοσίας, οἱ μὲν περὶ Καλλιμέδοντα καὶ Χαρικλέα φοβηθέντες ἀπῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ Φωκίων καὶ μετʼ αὐτοῦ τῶν φίλων
p.222
οἱ παραμείναντες ᾤχοντο πρὸς Πολυσπέρχοντα. καὶ συνεξῆλθον αὐτοῖς χάριτι τοῦ Φωκίωνος ὁ Πλαταιεὺς Σόλων καὶ Δείναρχος ὁ Κορίνθιος, ἐπιτήδειοι τοῦ Πολυσπέρχοντος εἶναι δοκοῦντες καὶ συνήθεις.

ἀρρωστίᾳ δὲ χρησαμένου τοῦ Δεινάρχου συχνὰς ἡμέρας ἐν Ἐλατείᾳ διέτριψαν, ἐν αἷς Ἁγνωνίδου πείσαντος, Ἀρχεστράτου δὲ τὸ ψήφισμα γράψαντος, ἔπεμπε πρεσβείαν ὁ δῆμος κατηγο σου σαν τὸν Φωκίωνος, ἅμα δὲ καὶ συνέμιξαν ἀμφότεροι τῷ Πολυσπέρχοντι μετὰ τοῦ βασιλέως πορευομένῳ περὶ κώμην τινὰ τῆς Φωκίδος, Φαρύγας, κειμένην ὑπὸ τὸ Ἀκρούριον ὄρος, ὃ νῦν Γαλάτην καλοῦσιν.

ἐνταῦθα δὴ θεὶς ὁ Πολυσπέρχων τὸν χρυσοῦν οὐρανίσκον, καὶ καθίσας ὑπʼ αὐτῷ τὸν βασιλέα καὶ τοὺς φίλους, τὸν μὲν Δείναρχον εὐθὺς ἐκ προόδου λαβεῖν ἐκέλευσε καὶ στρεβλώσαντας ἀποκτεῖναι, τοῖς δὲ Ἀθηναίοις ἀπέδωκε λόγον. ὡς δὲ θόρυβον καὶ κραυγὴν ἐποίουν ἀντικατηγοροῦντες ἀλλήλων ἐν τῷ συνεδρίῳ, καὶ προσελθὼν ὁ Ἁγνωνίδης εἶπεν, ἅπαντας ἡμᾶς εἰς μίαν ἐμβαλόντες γαλεάγραν Ἀθηναίοις ἀναπέμψατε λόγον ὑφέξοντας,