Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ καὶ χρήματα διδόντος, ἀπεκρίνατο μήτʼ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι μήτε κρείττονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος. ἀλλὰ Φώκῳ γε τῷ παιδὶ λαβεῖν δεομένου τοῦ Μενύλλου, Φώκῳ μὲν, εἶπεν, ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, ἀρκέσει τὰ τοῦ πατρός· ὡς δʼ ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν. Ἀντιπάτρῳ δὲ τραχύτερον ἀπεκρίνατο βουλομένῳ τι γενέσθαι διʼ αὐτοῦ τῶν μὴ πρεπόντων οὐ δύναται γὰρ, εἶπεν, Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ κόλακι χρῆσθαι.

τὸν δὲ Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων, Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε. καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, ἐν ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλούτῳ καὶ παρανομῶν ἐκαλλωπίζετο.