Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη, καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδὲ ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς

p.150
χάριν· ἀλλʼ ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ τῆς ὑπατείας ἐκπεσεῖν, ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς.

ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι καιροῖς.

καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ

paris.1624.743
Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέστησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα καὶ τὴν Κάτωνος ἀρετήν·

ᾗ παραβάλλομεν τὴν Φωκίωνος, οὐ κατὰ κοινὰς ὁμοιότητας, ὡς ἀγαθῶν καὶ πολιτικῶν ἀνδρῶν ἔστι γὰρ ἀμέλει καὶ ἀνδρείας διαφορὰ πρὸς ἀνδρείαν, ὡς τῆς Ἀλκιβιάδου πρὸς τὴν Ἐπαμεινώνδου, καὶ φρονήσεως πρὸς

p.152
φρόνησιν, ὡς τῆς Θεμιστοκλέους πρὸς τὴν Ἀριστείδου, καὶ δικαιοσύνης πρὸς δικαιοσύνην, ὡς τῆς Νομᾶ πρὸς τὴν Ἀγησιλάου.

τούτων δὲ τῶν ἀνδρῶν αἱ ἀρεταὶ μέχρι τῶν τελευταίων καὶ ἀτόμων διαφορῶν ἕνα χαρακτῆρα καὶ μορφὴν καὶ χρῶμα κοινὸν ἤθους ἐγκεκραμένον ἐκφέρουσιν, ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου καὶ πρὸς τὸ ἀσφαλὲς τοῦ ἀνδρείου, καὶ τῆς ὑπὲρ ἄλλων μὲν κηδεμονίας, ὑπὲρ αὐτῶν δὲ ἀφοβίας, καὶ πρὸς μὲν τὸ αἰσχρὸν εὐλαβείας, πρὸς δὲ τὸ δίκαιον εὐτονίας συνηρμοσμένης ὁμοίως· ὥστε λεπτοῦ πάνυ λόγου δεῖσθαι καθάπερ ὀργάνου πρὸς διάκρισιν καὶ ἀνεύρεσιν τῶν διαφερόντων.