Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Δημοσθένους ἐν Καλαυρίᾳ καὶ Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον Ἀθηναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη. καὶ τοῦτο[*](τοῦτο retained in both places by Bekker; the first is deleted by Coraës, after Reiske; the second is corrected to τότε by Sintenis2.) ὅπερ ὕστερον, ἀναιρεθέντος Ἀντιγόνου καὶ τῶν ἀνελόντων ἐκεῖνον ἀρξαμένων βιάζεσθαι καὶ λυπεῖν τοὺς ἀνθρώπους, ἀνὴρ ἄγροικος ἐν Φρυγίᾳ χωρίον ὀρύττων πυθομένου τινός, τί ποιεῖς; στενάξας, Ἀντίγονον, εἶπε, ζητῶ·

τοῦτο[*](τοῦτο retained in both places by Bekker; the first is deleted by Coraës, after Reiske; the second is corrected to τότε by Sintenis2.) πολλοῖς ἐπῄει λέγειν διαμνημονεύουσι τὸν ἐκείνων τῶν βασιλέων θυμόν, ὡς τὸ μέγα καὶ γενναῖον εὐπαραίτητον εἶχον, οὐχ ὥσπερ Ἀντίπατρος ἰδιώτου προσώπῳ καὶ φαυλότητι χλαμυδίου καὶ διαίτης εὐτελείᾳ κατειρωνευόμενος τὴν ἐξουσίαν ἐπαχθέστερος ἦν τοῖς πάσχουσι κακῶς δεσπότης καὶ τύραννος.