Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω μὲν ἐδέξαντο φρουρὰν Μακεδόνων Ἀθηναῖοι καὶ Μένυλλον ἡγεμόνα, τῶν ἐπιεικῶν τινα καὶ τοῦ Φωκίωνος ἐπιτηδείων, ἐφάνη δὲ ὑπερήφανον τὸ πρόσταγμα, καὶ μᾶλλον ἐξουσίας ὕβρει χρωμένης ἐπίδειξις ἢ πραγμάτων ἕνεκα γιγνομένη κατάληψις. οὐ μικρὸν δὲ τῷ πάθει προσέθηκεν ὁ καιρός, εἰκάδι γὰρ ἡ φρουρὰ Βοηδρομιῶνος εἰσήχθη, μυστηρίων ὄντων, ᾗ τὸν Ἴακχον ἐξ ἄστεος Ἐλευσινάδε πέμπουσιν, ὥστε τῆς τελετῆς συγχυθείσης ἀναλογίζεσθαι τοὺς πολλοὺς καὶ τὰ πρεσβύτερα τῶν θείων καὶ τὰ πρόσφατα.

πάλαι μὲν γὰρ ἐν τοῖς ἀρίστοις[*](ἀρίστοις Bekker adopts G. Hermann’s conjecture of ἀπίστοις (incredible).) εὐτυχήμασι τὰς μυστικὰς ὄψεις καὶ φωνὰς

p.208
παραγενέσθαι σὺν ἐκπλήξει καὶ θάμβει τῶν πολεμίων, νῦν δὲ τοῖς αὐτοῖς ἱεροῖς τὰ δυσχερέστατα πάθη τῆς Ἑλλάδος ἐπισκοπεῖν τοὺς θεούς, καὶ καθυβρίζεσθαι τὸν ἁγιώτατον τοῦ χρόνου καὶ ἥδιστον αὐτοῖς, ἐπώνυμον τῶν μεγίστων κακῶν γενόμενον. πρότερον μὲν οὖν ὀλίγοις ἔτεσι χρησμὸν ἐξήνεγκαν αἱ Δωδωνίδες τῇ πόλει τὰ ἀκρωτήρια τῆς Ἀρτέμιδος φυλάσσειν, ὅπως ἄλλοι μὴ λάβωσι·