Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις; ταῦτα ἔδοξεν ὑπʼ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ Τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλόσοφον Τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν ὥστε οἴεσθαι μήτε ὕβριν εἶναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν.

ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγαθίᾳ τοῦ Ἀντιπάτρου, πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην τοὺς ἄλλους δεξιωσάμενος· ἐφʼ ᾧ φασιν εἰπεῖν ἐκεῖνον ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνόμενος ἐφʼ οἷς ἀγνωμονεῖν μέλλει πρὸς τὴν πόλιν ἔπειτα λέγειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλʼ ἀντικρούων καὶ δυσκολαίνων ἐποίησεν ἀποσιωπῆσαι.

τῶν δὲ περὶ τὸν Φωκίωνα διαλεχθέντων ἀπεκρίνατο φιλίαν ἔσεσθαι τοῖς Ἀθηναίοις καὶ συμμαχίαν ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμήματος[*](ἀπὸ τιμήματος Coraës and Bekker, with most MSS.: ἀπὸ τιμημάτων.) πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι δὲ χρήματα τοῦ πολέμου καὶ ζημίαν προσεκτίσασιν.

οἱ μὲν οὖν ἄλλοι πρέσβεις ἠγάπησαν ὡς φιλανθρώπους τὰς διαλύσεις, πλὴν τοῦ Ξενοκράτους· ἔφη γὰρ ὡς μὲν δούλοις μετρίως κεχρῆσθαι

p.206
τὸν Ἀντίπατρον, ὡς δὲ ἐλευθέροις βαρέως, τοῦ δὲ Φωκίωνος παραιτουμένου τὴν φρουρὰν καὶ δεομένου λέγεται τὸν Ἀντίπατρον εἰπεῖν ὦ Φωκίων, ἡμεῖς πάντα σοι χαρίζεσθαι βουλόμεθα
paris.1624.754
πλὴν Τῶν καὶ σὲ ἀπολούντων καὶ ἡμᾶς.

οἱ δὲ οὐχ οὕτως φασίν, ἀλλὰ ἐρωτῆσαι τὸν Ἀντίπατρον εἰ τὴν φρουρὰν ἀνέντος αὐτοῦ τοῖς Ἀθηναίοις Φωκίων ἐγγυᾶται τὴν πόλιν ἐμμενεῖν τῇ εἰρήνῃ καὶ μηθὲν πολυπραγμονήσειν· σιωπῶντος δὲ ἐκείνου καὶ διαμέλλοντος, ἀναπηδήσαντα Καλλιμέδοντα τὸν Κάραβον, ἄνδρα θρασὺν καὶ μισόδημον, εἰπεῖν· ἐὰν δὲ οὗτος, ὦ Ἀντίπατρε, φλυαρῇ, σὺ πιστεύσεις καὶ οὐ πράξεις ἃ διέγνωκας;