Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοῦ δὲ Κρατεροῦ λέγοντος ὡς οὐ δίκαια πείθει Φωκίων ἡμᾶς, τὴν τῶν συμμάχων καὶ φίλων καθημένους χώραν κακῶς ποιεῖν δυναμένους ἐκ τῆς τῶν πολεμίων ὠφελεῖσθαι, λαβόμενος αὐτοῦ τῆς δεξιᾶς Ἀντίπατρος, δοτέον, εἶπε, Φωκίωνι ταύτην τὴν χάριν. περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖς ἐπιτρέπειν τοὺς Ἀθηναίους, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον.

p.204

Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις; ταῦτα ἔδοξεν ὑπʼ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ Τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλόσοφον Τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν ὥστε οἴεσθαι μήτε ὕβριν εἶναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν.

ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγαθίᾳ τοῦ Ἀντιπάτρου, πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην τοὺς ἄλλους δεξιωσάμενος· ἐφʼ ᾧ φασιν εἰπεῖν ἐκεῖνον ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνόμενος ἐφʼ οἷς ἀγνωμονεῖν μέλλει πρὸς τὴν πόλιν ἔπειτα λέγειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλʼ ἀντικρούων καὶ δυσκολαίνων ἐποίησεν ἀποσιωπῆσαι.