Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πορθουμένης δὲ τῆς παραλίας ὑπὸ Μικίωνος συχνοῖς Μακεδόσι καὶ μισθοφόροις ἀποβεβηκότος εἷς Ῥαμνοῦντα καὶ κατατρέχοντος τὴν χώραν, ἐξήγαγε τοὺς Ἀθηναίους ἐπʼ αὐτόν, ὡς δὲ προστρέχοντες ἀλλαχόθεν ἄλλος διεστρατήγουν καὶ συνεβούλευον αὐτοῦ τὸν λόφον καταλαβεῖν, ἐκεῖ περιπέμψαι τοὺς ἱππέας, ἐνταῦθα παρεμβαλεῖν, Ὦ Ἡράκλεις, εἶπεν, ὡς πολλοὺς ὁρῶ στρατηγούς, ὀλίγους δὲ στρατιώτας.

ἐπεὶ δὲ παρατάξαντος αὐτοῦ τοὺς ὁπλίτας εἷς πολὺ πρὸ τῶν ἄλλων προῆλθεν, εἶτα δείσας ἀντιστάντος ἀνδρὸς πολεμίου πάλιν εἷς τὴν τάξιν ἀνεχώρησεν, ὦ μειράκιον, εἶπεν, οὐκ αἰδῇ δύο τάξεις ἀπολελοιπώς, ἣν ἐτάχθης ὑπὸ τοῦ στρατηγοῦ καὶ πάλιν ἐφʼ ἣν σεαυτὸν ἔταξας; ἐμβαλὼν δὲ τοῖς πολεμίοις καὶ κατὰ κράτος τρεψάμενος,

paris.1624.753
αὐτόν τε τὸν Μικίωνα καὶ πολλοὺς ἄλλους ἀπέκτεινε.

τὸ δὲ Ἑλληνικὸν ἐν Θετταλίᾳ στράτευμα, συμμίξαντος Ἀντιπάτρῳ Λεοννάτου καὶ τῶν ἐξ Ἀσίας Μακεδόνων, ἐνίκα μαχόμενον καὶ Λεοννάτος ἔπεσεν, ἡγουμένου τῆς μὲν φάλαγγος Ἀντιφίλου, τῶν δὲ ἱππέων τοῦ Θεσσαλοῦ Μένωνος.