Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν[*](Λαμιακὸν Coraës and Bekker, after Xylander: Ἑλληνικόν.) πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί

p.196
πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.

πολλὰ δὲ θρασυνομένου

paris.1624.752
καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, ὁ Φωκίων, οἱ λόγοι σου, εἶπεν, ὦ μειράκιον, ἐοίκασι κυπαρίττοις· μεγάλοι γὰρ ὄντες καί ὑψηλοί καρποὺς οὐ φέρουσιν. ὡς δὲ ἐπαναστὰς ὁ Ὑπερείδης ἠρώτησε, πότε οὖν, ὦ Φωκίων, συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις; ὅταν, εἶπε, τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια.

θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν, καί τοῦ Φωκίωνος πυνθανομένων πῶς τι[*](πῶς τι Bekker, after Coraës, corrects to πῶς.) παρεσκευάσθαι δοκοῦσιν αὐτῷ, καλῶς, ἔφη, πρὸς τὸ στάδιον τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρήματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήτε ὁπλίτας ἐχούσης.

ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος[*](ἐλπίδος Bekker, after Coraës, corrects to ἐπʼ ἐλπίδος.) μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, πάνυ μὲν οὖν, ἔφη, βεβουλεῦσθαι δὲ ἐκεῖνα. καί πάλιν ἄλλων ἐπʼ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ

p.198
στρατοπέδου, Πότα ἄρα, φάναι, παυσόμεθα νικῶντες;