Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις, καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν, εἰπών· ἐγώ σε, ὦ Χαρίκλεις, ἐπὶ πᾶσι τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην. πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην· ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον ἐπειρᾶτο παρηγορεῖν καὶ κατέχειν.

ἀναπηδώντων δὲ πολλῶν ἐπὶ τὸ βῆμα, καὶ βοώντων ἀληθῆ τὸν Ἀσκληπιάδην ἀπαγγέλλειν καὶ τεθνάναι τὸν Ἀλέξανδρον, οὐκοῦν, εἶπεν, εἰ σήμερον τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς, ὥστε ἡμᾶς ἐν ἡσυχίᾳ βουλεύσασθαι, μᾶλλον δὲ[*](δὲ Bekker, after Coraës, corrects to καί.) μετὰ ἀσφαλείας.

ὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν[*](Λαμιακὸν Coraës and Bekker, after Xylander: Ἑλληνικόν.) πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί

p.196
πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.