Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν, τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.

πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα, Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον, ἀνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.

καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγόνει, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν.

οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς. διαμένει γὰρ ἔτι νῦν ἐν

p.194
Ἕρμει,[*](Ἕρμει Bekker, after Coraës: Ἑρμείῳ.) ᾗ βαδίζομεν ἐξ ἄστεος εἰς Ἐλευσῖνα, μηδὲν ἔχων τῶν τριάκοντα ταλάντων ἄξιον, ὅσα τῷ Ἁρπάλῳ λογισθῆναί φασιν εἰς τὸ ἔργον ὑπὸ τοῦ Χαρικλέους. καὶ μέντοι καὶ τελευτήσαντος αὐτοῦ τὸ παιδάριον ὑπὸ τοῦ Χαρικλέους καὶ τοῦ Φωκίωνος ἀναληφθὲν ἐτύγχανε πάσης ἐπιμελείας.

κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις, καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν, εἰπών· ἐγώ σε, ὦ Χαρίκλεις, ἐπὶ πᾶσι τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην. πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην· ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον ἐπειρᾶτο παρηγορεῖν καὶ κατέχειν.