Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;
ἐπεὶ δὲ Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων
ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν, τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.