Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδʼ ὣς Φωκίων ἔλαβεν, ἀφεθῆναι δὲ ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπʼ αἰτίαις τισὶ καὶ καθειργμένους ἐν Σάρδεσι.

τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν ὁ Ἀλέξανδρος, Κρατερὸν δὲ ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου, Γεργίθου, Μυλάσων, Ἐλαίας, μίαν, ἣν ἂν αἱρῆται, παραδοῦναι τῷ Φωκίωνι, διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος. ἀλλʼ οὔτε Φωκίων ἔλαβεν, ὅ τε Ἀλέξανδρος ταχέως ἀπέθανεν. ἡ δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής.

p.188

τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ Φωκίωνος ἐπὶ χρηστότητι.

καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν. ὁ δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα· τὴν Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος, ἀλλʼ ἀλαζονεύῃ καί διαφθείρεις τὴν γυναικωνῖτιν;