Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω μὲν ὁ Φίλιππος ἐξέπεσε τοῦ Ἑλλησπόντου τότε καὶ κατεφρονήθη, δοκῶν ἄμαχός τις εἶναι καὶ ἀνανταγώνιστος, ὁ δὲ Φωκίων καὶ ναῦς τινας εἷλεν αὐτοῦ καὶ φρουρουμένας πόλεις ἀνέλαβε, καὶ πολλαχόθι τῆς χώρας ἀποβάσεις ποιούμενος ἐπόρθει καὶ κατέτρεχε, μέχρι οὗ τραύματα λαβὼν ὑπὸ τῶν προσβοηθούντων ἀπέπλευσε.

τῶν δὲ Μεγαρέων ἐπικαλουμένων κρύφα, φοβούμενος ὁ Φωκίων τοὺς Βοιωτοὺς μὴ προαισθόμενοι φθάσωσι τὴν βοήθειαν, ἐκκλησίαν συνήγαγεν ἕωθεν, καὶ προσαγγείλας τὰ παρὰ τῶν Μεγαρέων τοῖς Ἀθηναίοις, ὡς ἐπεψηφίσαντο, τῇ σάλπιγγι σημήνας εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἦγεν αὐτοὺς τὰ ὅπλα λαβόντας.

δεξαμένων δὲ τῶν Μεγαρέων προθύμως τήν τε Νίσαιαν ἐτείχισε, καὶ διὰ μέσου σκέλη δύο πρὸς τὸ ἐπίνειον

p.178
ἀπὸ τοῦ ἄστεος ἐνέβαλε, καὶ συνῆψε τῇ θαλάττῃ τήν πόλιν, ὥστε τῶν κατὰ γῆν πολεμίων ὀλίγον ἤδη φροντίζουσαν ἐξηρτῆσθαι τῶν Ἀθηναίων.

ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι, καί στρατηγῶν αὐτοῦ μὴ παρόντος ἑτέρων ἐπὶ τὸν πόλεμον ᾑρημένων, ὡς κατέπλευσεν ἀπὸ τῶν νήσων, πρῶτον μὲν ἔπειθε τὸν δῆμον εἰρηνικῶς ἔχοντος τοῦ Φιλίππου καί φοβουμένου τὸν κίνδυνον ἰσχυρῶς δέχεσθαι τὰς διαλύσεις·