Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

νικωμένων δὲ τῶν πρώτων ἅπαντες ἐσκεδάσθησαν καὶ ὁ Πλούταρχος ἔφυγε· καὶ τῷ χάρακι προσμίξαντες ἔνιοι τῶν πολεμίων ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν ὡς ἁπάντων κεκρατηκότες, ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπαρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις.

καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.

ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, ὅσους ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς·

p.174

ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἀπέπλευσεν ὁ Φωκίων, ταχὺ μὲν ἐπόθησαν οἱ σύμμαχοι τὴν χρηστότητα καὶ δικαιοσύνην αὐτοῦ, ταχὺ δὲ ἔγνωσαν οἱ Ἀθηναῖοι τὴν ἐμπειρίαν καὶ ῥώμην τοῦ ἀνδρός, ὁ γὰρ μετʼ ἐκεῖνον ἐλθὼν ἐπὶ τὰ πράγματα Μολοσσὸς οὕτως ἐπολέμησεν ὥστε καὶ ζῶν αὐτὸς ὑποχείριος γενέσθαι τοῖς πολεμίοις·

ἐπεὶ δὲ μεγάλα ταῖς ἐλπίσι περινοῶν ὁ Φίλιππος εἰς Ἑλλήσποντον ἦλθε μετὰ πάσης τῆς δυνάμεως, ὡς Χερρόνησον ἐν ταὐτῷ καὶ Πέρινθον ἕξων καὶ Βυζάντιον, ὡρμημένων δὲ τῶν Ἀθηναίων βοηθεῖν οἱ ῥήτορες ἠγωνίσαντο τὸν Χάρητα στρατηγὸν ἀποσταλῆναι, καὶ πλεύσας ἐκεῖνος οὐδὲν ἄξιον τῆς δυνάμεως ἔπραττεν, οὐδὲ αἱ πόλεις ἐδέχοντο τὸν στόλον, ἀλλʼ ὕποπτος ὢν πᾶσιν ἐπλανᾶτο χρηματιζόμενος ἀπὸ τῶν συμμάχων καὶ καταφρονούμενος ὑπὸ τῶν πολεμίων,