Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Καῖσαρ τοὺς στρατιώτας συναγαγών, καὶ προειπὼν ὡς δύο μὲν αὐτῷ τάγματα Κορφίνιος ἄγων ἐγγύς ἐστιν, ἄλλαι δὲ πεντεκαίδεκα σπεῖραι μετὰ Καληνοῦ κάθηνται περὶ Μέγαρα καὶ Ἀθήνας, ἠρώτησεν εἴτε βούλονται περιμένειν ἐκείνους, εἴτε αὐτοὶ διακινδυνεῦσαι καθʼ ἑαυτούς, οἱ δὲ ἀνεβόησαν δεόμενοι μὴ περιμένειν, ἀλλὰ μᾶλλον, ὅπως τάχιστα συνίασιν εἰς χεῖρας τοῖς πολεμίοις, τεχνάζεσθαι καὶ στρατηγεῖν.

ποιουμένῳ δὲ καθαρμὸν αὐτῷ τῆς

p.546
δυνάμεως καὶ θύσαντι τὸ πρῶτον ἱερεῖον εὐθὺς ὁ μάντις ἔφραζε τριῶν ἡμερῶν μάχῃ κριθήσεσθαι πρὸς τοὺς πολεμίους, ἐρομένου δὲ τοῦ Καίσαρος εἰ καὶ περὶ τοῦ τέλους ἐνορᾷ τι τοῖς ἱεροῖς εὔσημον, αὐτὸς ἄν, ἔφη, σὺ τοῦτο βέλτιον ὑποκρίναιο σαυτῷ. μεγάλην γὰρ οἱ θεοὶ μεταβολὴν καὶ μετάπτωσιν ἐπὶ τὰ ἐναντία τῶν καθεστώτων δηλοῦσιν, ὥστε εἰ μὲν εὖ πράττειν ἡγῇ σεαυτὸν ἐπὶ τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην εἰ δὲ κακῶς, τὴν ἀμείνονα.

τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς ἐφοδεύοντος αὐτοῦ περὶ τὸ μεσονύκτιον ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν ὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδον λαμπρὰν καὶ φλογώδη γενομένην ἔδοξεν εἰς τὸ Πομπηΐου καταπεσεῖν. ἑωθινῆς δὲ φυλακῆς καὶ πανικὸν τάραχον ᾔσθοντο γιγνόμενον παρὰ τοῖς πολεμίοις, οὐ μὴν μαχεῖσθαί γε κατʼ ἐκείνην προσεδόκα τὴν ἡμέραν, ἀλλὰ ὡς ἐπὶ Σκοτούσσης ὁδεύων ἀνεζεύγνυεν.

ἐπεὶ δὲ τῶν σκηνῶν ἤδη καταλελυμένων οἱ σκοποὶ προσίππευσαν αὑτῷ τοὺς πολεμίους ἐπὶ μάχῃ καταβαίνειν ἀπαγγέλλοντες περιχαρὴς γενόμενος καὶ προσευξάμενος τοῖς θεοῖς παρέταττε τὴν φάλαγγα, τὴν τάξιν τριπλῆν ποιῶν, καὶ τοῖς μὲν μέσοις ἐπέστησε Καλβῖνον Δομίτιον, τῶν δὲ κεράτων τὸ μὲν εἶχεν Ἀντώνιος, Αὐτὸς δὲ τὸ δεξιόν, ἐν τῷ δεκάτῳ τάγματι μέλλων μάχεσθαι.

κατὰ τοῦτο δὲ τοὺς τῶν πολεμίων ἱππεῖς ἀντιπαραταττομένους ὁρῶν, καὶ δεδοικὼς τὴν λαμπρότητα καὶ τὸ πλῆθος αὐτῶν, ἀπὸ τῆς ἐσχάτης τάξεως ἀδήλως ἐκέλευσε περιελθεῖν πρὸς ἑαυτὸν ἓξ σπείρας καὶ κατόπιν ἔστησε τοῦ δεξιοῦ,

paris.1624.729
p.548
διδάξας ἃ χρὴ ποιεῖν ὅταν οἱ τῶν πολεμίων ἱππεῖς προσφέρωνται. Πομπήϊος δὲ τὸ μὲν Αὐτὸς εἶχε τῶν κεράτων, τὸ δʼ εὐώνυμον Δομίτιος, τοῦ δὲ μέσου Σκηπίων ἦρχεν ὁ πενθερός.

οἱ δὲ ἱππεῖς ἅπαντες ἐπὶ τὸ ἀριστερὸν ἔβρισαν ὡς τὸ δεξιὸν κυκλωσόμενοι τῶν πολεμίων καὶ λαμπρὰν περὶ αὐτὸν τὸν ἡγεμόνα ποιησόμενοι τροπήν οὐδὲν γὰρ ἀνθέξειν βάθος ὁπλιτικῆς φάλαγγος, ἀλλὰ συντρίψεσθαι καὶ καταρράξεσθαι πάντα τοῖς ἐναντίοις ἐπιβολῆς ἅμα τοσούτων ἱππέων γενομένης.

ἐπεὶ δὲ σημαίνειν ἔμελλον ἀμφότεροι τὴν ἔφοδον, Πομπήϊος μὲν ἐκέλευσε τοὺς ὁπλίτας ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμίων, μέχρι ἂν ὑσσοῦ βολῆς ἐντὸς γένωνται. Καῖσαρ δὲ καὶ περὶ τοῦτο διαμαρτεῖν φησιν αὐτόν, ἀγνοήσαντα τὴν μετὰ δρόμου καὶ φορᾶς ἐν ἀρχῇ γινομένην σύρραξιν, ὡς ἔν τε ταῖς πληγαῖς βίαν προστίθησι καὶ συνεκκαίει τὸν θυμὸν ἐκ πάντων ἀναρριπιζόμενον.