Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω δὲ ἀπέγνω τὰ καθʼ αὑτόν ὥστε, ἐπεὶ Πομπήϊος ὑπʼ εὐλαβείας τινὸς ἢ τύχης ἔργῳ μεγάλῳ τέλος οὐκ ἐπέθηκεν, ἀλλὰ καθείρξας εἰς τὸν χάρακα τοὺς φεύγοντας ἀνεχώρησεν, εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν ὁ Καῖσαρ, σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.

αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν καὶ κατακλιθείς νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶς ἐστρατηγηκώς, ὅτι καί χώρας ἐπικειμένης βαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μακεδονικῶν καί Θετταλικῶν, ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον ἐνταῦθα καθέζοιτο πρὸς θαλάττῃ, ναυκρατούντων τῶν πολεμίων, πολιορκούμενος τοῖς ἀναγκαίοις

p.540
μᾶλλον ἢ τοῖς ὅπλοις πολιορκῶν.

οὕτω δὴ ῥιπτασθεὶς καί ἀδημονήσας πρὸς τὴν ἀπορίαν καί χαλεπότητα τῶν παρόντων ἀνίστη τὸν στρατόν, ἐπὶ Σκηπίωνα προάγειν εἰς Μακεδονίαν ἐγνωκώς ἢ γὰρ ἐπισπάσεσθαι Πομπήϊον ὅπου μαχεῖται μὴ χορηγούμενος ὁμοίως ἀπὸ τῆς θαλάττης, ἢ περιέσεσθαι μεμονωμένου Σκηπίωνος.

τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε καί τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καί φεύγοντος ἔχεσθαι Καίσαρος. αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρῖψαι μάχην περὶ τηλικούτων, καί παρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸν χρόνον ἠξίου τρίβειν καί μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν βραχεῖαν οὖσαν. τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας,