Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὗτος οὖν εἰς πολλὰ διελὼν τὴν δύναμιν μέρη καὶ πολλοὺς ἐπιστήσας ἡγεμόνας ᾠκειοῦτο τὴν πέριξ ἅπασαν ἄχρι τῶν πρὸς τὸν Ἄραρα κεκλιμένων, διανοούμενος ἤδη τῶν ἐν Ῥώμῃ συνισταμένων ἐπὶ Καίσαρα σύμπασαν ἐγείρειν τῷ πολέμῳ Γαλατίαν. ὅπερ εἰ μικρὸν ὕστερον ἔπραξε, Καίσαρος εἰς τὸν ἐμφύλιον ἐμπεσόντος πόλεμον, οὐκ ἂν ἐλαφρότεροι τῶν Κιμβρικῶν ἐκείνων φόβοι τὴν Ἰταλίαν κατέσχον.

νυνὶ δὲ ὁ πᾶσι μὲν ἄριστα χρῆσθαι τοῖς πρὸς πόλεμον, μάλιστα δὲ καιρῷ πεφυκὼς Καῖσαρ ἅμα τῷ πυθέσθαι τὴν ἀπόστασιν ἄρας ἐχώρει ταῖς αὐταῖς ὁδοῖς ἃς

p.506
διῆλθε, καὶ βίᾳ καὶ τάχει τῆς πορείας διὰ τοσούτου χειμῶνος ἐπιδειξάμενος τοῖς βαρβάροις ὡς ἄμαχος αὐτοῖς καὶ ἀήττητος ἔπεισι στρατός. ὅπου γὰρ ἄγγελον ἢ γραμματοφόρον διαδῦναι τῶν παρʼ αὐτοῦ χρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα μετὰ πάσης ἑωρᾶτο τῆς στρατιᾶς ἅμα χώρας λυμαινόμενος αὐτῶν καὶ ἐκκόπτων τὰ χωρία, καταστρεφόμενος πόλεις,

ἀναλαμβάνων τοὺς μετατιθεμένους, μέχρι καὶ τὸ τῶν Ἐδούων ἔθνος ἐξεπολεμώθη πρὸς αὐτόν, οἳ τὸν ἄλλον χρόνον ἀδελφοὺς ἀναγορεύοντες αὑτοὺς Ῥωμαίων καὶ τιμώμενοι διαπρεπῶς, τότε δὲ τοῖς ἀποστάταις προσγενόμενοι πολλὴν τῇ Καίσαρος στρατιᾷ περιέστησαν ἀθυμίαν. διόπερ καὶ κινήσας ἐκεῖθεν ὑπερέβαλε τὰ Λιγγονικά, βουλόμενος ἅψασθαι τῆς Σηκουανῶν φίλων ὄντων καὶ προκειμένων τῆς Ἰταλίας πρὸς τὴν ἄλλην Γαλατίαν.