Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταύτης τῆς φωνῆς ἀνενεχθείσης πρὸς Καίσαρα συχνὸν μέν τινα χρόνον πλανώμενος ἐν Σαβίνοις ἔκλεπτεν ἑαυτόν ἔπειτα διʼ ἀρρωστίαν εἰς οἰκίαν ἑτέραν μετακομιζόμενος κατὰ νύκτα περιπίπτει στρατιώταις τοῦ Σύλλα

p.444
διερευνωμένοις ἐκεῖνα τὰ χωρία καὶ τοὺς κεκρυμμένους συλλαμβάνουσιν. ὧν τὸν ἡγεμόνα Κορνήλιον πείσας δυσὶ ταλάντοις ἀφείθη, καὶ καταβὰς εὐθὺς ἐπὶ θάλατταν ἐξέπλευσεν εἰς Βιθυνίαν πρὸς Νικομήδην τὸν βασιλέα.

παρʼ ᾧ διατρίψας

paris.1624.708
χρόνον οὐ πολύν, εἶτα ἀποπλέων ἁλίσκεται περὶ Τὴν Φαρμακοῦσσαν νῆσον ὑπὸ πειρατῶν ἤδη τότε στόλοις μεγάλοις καὶ σκάφεσιν ἀπλέτοις κατεχόντων Τὴν θάλατταν.

πρῶτον μὲν οὖν αἰτηθεὶς ὑπʼ αὐτῶν λύτρα εἴκοσι τάλαντα κατεγέλασεν ὡς οὐκ εἰδότων ὃν ᾑρήκοιεν, αὐτὸς δὲ ὡμολόγησε πεντήκοντα δώσειν ἔπειτα τῶν περὶ αὐτὸν ἄλλον εἰς ἄλλην διαπέμψας πόλιν ἐπὶ τὸν τῶν χρημάτων πορισμόν, ἐν ἀνθρώποις φονικωτάτοις Κίλιξι μεθʼ ἑνὸς φίλου καὶ δυοῖν ἀκολούθοιν ἀπολελειμμένος οὕτω καταφρονητικῶς εἶχεν ὥστε πέμπων ὁσάκις ἀναπαύοιτο προσέταττεν αὐτοῖς σιωπᾶν.

ἡμέραις δὲ τεσσαράκοντα δυεῖν δεούσαις, ὥσπερ οὐ φρουρούμενος, ἀλλὰ δορυφορούμενος ὑπʼ αὐτῶν, ἐπὶ πολλῆς ἀδείας συνέπαιζε καὶ συνεγυμνάζετο. καὶ ποιήματα γράφων καὶ λόγους τινὰς ἀκροαταῖς ἐκείνοις ἐχρῆτο, καὶ τοὺς μὴ θαυμάζοντας ἄντικρυς ἀπαιδεύτους καὶ βαρβάρους ἀπεκάλει, καὶ σὺν γέλωτι πολλάκις ἠπείλησε κρεμᾶν αὐτούς.