Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα

p.430
ταῖς χερσὶν ἀμφοτέραις ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, τί λέγεις; ἔφη, τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;

φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτο αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος, ταῦτα ἐκεῖνα, ἔφη, σοφίσματα τῶν

paris.1624.706
Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον οἰμωξομένων,[*](οἰμωξομένων Sint. with the best MSS.; οἰμωξομένου γε Coraës; οἰμώξῃ μὲν οὖν Bekker.) ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε.

τὸ δὲ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥστε ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης, ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.

ὁ δʼ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν, οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων ὃ μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων μεστὸν ἦν τὸ βασίλειον.