Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Ἀλέξανδρος ἀπὸ τῆς πυρᾶς γενόμενος, καὶ συναγαγὼν πολλοὺς Τῶν φίλων καὶ Τῶν ἡγεμόνων ἐπὶ δεῖπνον, ἀγῶνα προὔθηκε καὶ στέφανον ἀκρατοποσίας. ὁ μὲν οὖν πλεῖστον πιὼν Πρόμαχος ἄχρι χοῶν τεσσάρων προῆλθε· καὶ λαβὼν τὸ νικητήριον, στέφανον ταλαντιαῖον, ἡμέρας τρεῖς ἐπέζησε, Τῶν δὲ ἄλλων, ὡς Χάρης φησί, τετταράκοντα καὶ εἷς ἀπέθανον πιόντες, ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενομένου.

τῶν δὲ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν, καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν, διανέμων δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ Τῶν ἤδη προγεγαμηκότων Μακεδόνων γάμον ἄλλον[*](ἄλλον Bekker, after Coraës: καλὸν with the MSS.) ἑστιάσας, ἐν ᾧ φασιν ἐννακισχιλίων Τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς σπονδὰς δοθῆναι, τά τε ἄλλα θαυμαστῶς ἐλαμπρύνατο καὶ τά χρέα τοῖς δανείσασιν ὑπὲρ Τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦ παντὸς ἀναλώματος ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν

p.420
τριάκοντα ταλάντοις γενομένου.

ἐπεὶ δὲ Ἀντιγένης ὁ ἑτερόφθαλμος ὡς ὀφείλων ἀπεγράψατο ψευδῶς, καὶ παραγαγών τινα φάσκοντα δεδανεικέναι πρὸς τὴν τράπεζαν, ἀπέτισε τὸ ἀργύριον, εἶτʼ ἐφωράθη ψευδόμενος, ὀργισθεὶς ὁ βασιλεὺς ἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετο τὴν ἡγεμονίαν. ἦν δὲ λαμπρὸς ἐν τοῖς πολεμικοῖς ὁ Ἀντιγένης

paris.1624.704
καὶ ἔτι δὲ νέος ὤν, Φιλίππου πολιορκοῦντος Πέρινθον, ἐμπεσόντος αὐτῷ καταπελτικοῦ βέλους εἷς τὸν ὀφθαλμόν, οὐ παρέσχε βουλομένοις ἐξελεῖν τὸ βέλος οὐδὲ ὑφήκατο πρὶν ὤσασθαι προσμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμίους εἷς τὸ τεῖχος.

οὐ μετρίως οὖν τότε τὴν ἀτιμίαν ἔφερεν, ἀλλὰ δῆλος ἦν ἑαυτὸν ὑπὸ λύπης καὶ βαρυθυμίας διαχρησόμενος. καὶ τοῦτο δείσας ὁ βασιλεὺς ἀνῆκε τὴν ὀργὴν καὶ τὰ χρήματα ἔχειν ἐκέλευσεν αὐτόν.