Alexander
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἡ δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν[*](ἀδικίαν Bekker reads ἀκηδίαν (indifference) with a Munich MS. (M.).) πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός.
ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα. καὶ τοῦτο ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα· Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους ὑπὸ γυναικός. διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς
τῶν δὲ Ἀβουλήτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλήτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλʼ ἢ τρισχίλαι τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος,
ἐν δὲ Πέρσαις ι πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο, διδόναι χρυσοῦν ἑκάστῃ, καὶ διὰ τοῦτο φασιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδὲ ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν.