Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐνταῦθα τῶν περὶ Νέαρχον ἀναβάντων πρὸς αὐτόν ἡσθεὶς καὶ διακούσας τὰ περὶ τὸν πλοῦν, ὥρμησεν αὐτὸς πλεύσας κατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶτα περὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακομισθείς διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖν εἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντοδαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγοντο ναῦται καὶ κυβερνῆται πανταχόθεν.

ἡ δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν[*](ἀδικίαν Bekker reads ἀκηδίαν (indifference) with a Munich MS. (M.).) πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός.

ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα. καὶ τοῦτο ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα· Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους ὑπὸ γυναικός. διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς

paris.1624.703
πονηροὺς τῶν στρατηγῶν.

τῶν δὲ Ἀβουλήτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλήτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλʼ ἢ τρισχίλαι τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος,

p.416
ἐκέλευσε τοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. ὡς δʼ οὐκ ἐγεύοντο, φήσας, τί οὖν ὄφελος ἡμῖν τῆς σῆς παρασκευῆς; καθεῖρξε τὸν Ἀβουλίτην.