Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρʼ αὐτόν· ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.

p.414

ἐνταῦθα τῶν περὶ Νέαρχον ἀναβάντων πρὸς αὐτόν ἡσθεὶς καὶ διακούσας τὰ περὶ τὸν πλοῦν, ὥρμησεν αὐτὸς πλεύσας κατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶτα περὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακομισθείς διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖν εἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντοδαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγοντο ναῦται καὶ κυβερνῆται πανταχόθεν.

ἡ δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν[*](ἀδικίαν Bekker reads ἀκηδίαν (indifference) with a Munich MS. (M.).) πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός.