Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ τελευταῖος, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχον ζῆν, μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δὲ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντος οὐκοῦν ἔφη, σὺ

p.408
πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων οὐκ ἄν γε, εἶπεν, ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα.

τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἓν δόξῃ μάλιστα καί καθʼ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν, ὁ δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων.

καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων ἄλλως δὲ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδʼ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι.

ἄλλοι δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλʼ ἢ τοσοῦτον μόνον τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρʼ ἦλθε; τὸν μέντοι Καλανὸν ἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξανδρον. ἐκαλεῖτο δὲ Σφίνης ἐπεὶ δὲ κατʼ Ἰνδικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καί τὸ παράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προθέσθαι.