Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πρὸς δὲ τὴν πληγὴν ἐνδόντος αὐτοῦ καὶ τὸ σῶμα κάμψαντος, ὁ μὲν βαλὼν ἐπέδραμε βαρβαρικὴν μάχαιραν σπασάμενος, Πευκέστας δὲ καὶ Λιμναῖος προέστησαν ὧν πληγέντων ἑκατέρων ὁ μὲν ἀπέθανε, Πευκέστας δὲ ἀντεῖχε, τὸν δὲ βάρβαρον Ἀλέξανδρος ἀπέκτεινεν. αὐτὸς δὲ τραύματα πολλὰ λαβών, τέλος δὲ πληγεὶς ὑπέρῳ κατὰ τοῦ τραχήλου, προσήρεισε τῷ τείχει τὸ σῶμα, βλέπων πρὸς τοὺς πολεμίους.

ἐν τούτῳ δὲ τῶν Μακεδόνων περιχυθέντων ἁρπασθεὶς ἀναίσθητος ἤδη τῶν περὶ αὐτὸν ἐπὶ σκηνῆς ἐκομίζετο. καὶ παραυτίκα μὲν ὡς τεθνεῶτος ἦν λόγος ἐν τῷ στρατοπέδῳ χαλεπῶς δὲ καὶ πολυπόνως τὸν ὀϊστὸν ἐκπρισάντων ξύλινον ὄντα, καὶ τοῦ θώρακος οὕτω μόλις ἀπολυθέντος, περὶ τὴν ἐκκοπὴν ἐγίνοντο τῆς ἀκίδος ἐνδεδυκυίας ἑνὶ τῶν ὀστέων. λέγεται δὲ τὸ μὲν πλάτος τριῶν δακτύλων εἶναι, τὸ δὲ μῆκος τεσσάρων.

διὸ ταῖς λιποθυμίαις ἔγγιστα θανάτου συνελαυνόμενος ἐξαιρουμένης αὐτῆς, ὅμως ἀνέλαβε, καὶ διαφυγὼν τὸν κίνδυνον, ἔτι δὲ ἀσθενὴς ὢν καὶ πολὺν χρόνον ἐν διαίτῃ καὶ θεραπείαις ἔχων αὑτόν, ἔξω θορυβοῦντας ὡς ᾔσθετο ποθοῦντας αὐτὸν ἰδεῖν τοὺς Μακεδόνας, λαβὼν ἱμάτιον προῆλθε, καὶ θύσας τοῖς θεοῖς αὖθις ἀνήχθη καὶ παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις μεγάλας καταστρεφόμενος.

τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις

p.406
καὶ βραχυλόγους, ἐρωτήματα προὔβαλεν αὐτοῖς ἄπορα, φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον, εἶτα ἐφεξῆς οὕτω τοὺς ἄλλους
paris.1624.701
ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσε κρίνειν.