Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκ δὲ τῆς πρὸς Πῶρον μάχης καὶ ὁ Βουκεφάλας ἐτελεύτησεν, οὐκ εὐθύς, ἀλλʼ ὕστερον, ὡς οἱ πλεῖστοι λέγουσιν ἀπὸ τραυμάτων θεραπευόμενος, ὡς δὲ Ὀνησίκριτος, διὰ γῆρας ὑπέρπονος γενόμενος· τριάκοντα γὰρ ἐτῶν ἀποθανεῖν αὐτόν, ἐδήχθη δʼ ἰσχυρῶς Ἀλέξανδρος, οὐδὲν ἄλλο ἢ συνήθη καὶ φίλον ἀποβεβληκέναι νομίζων· καὶ πόλιν οἰκίσας ἐπʼ αὐτῷ παρὰ τὸν Ὑδάσπην Βουκεφαλίαν προσηγόρευσε. λέγεται δὲ καὶ κύνα Περίταν ὄνομα τεθραμμένον ὑπʼ αὐτοῦ καὶ στεργόμενον ἀποβαλών κτίσαι πόλιν ἐπώνυμον. τοῦτο δὲ Σωτίων φησὶ Ποτάμωνος ἀκοῦσαι τοῦ Λεσβίου.