Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Ταξίλης λέγεται μέν τῆς Ἰνδικῆς ἔχειν μοῖραν Οὐκ ἀποδέουσαν Αἰγύπτου τὸ μέγεθος, εὔβοτον δέ καὶ καλλίκαρπον ἔν τοῖς μάλιστα,

p.392
σοφὸς δέ τις ἀνὴρ εἶναι, καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος, τί δεῖ πολέμων, φάναι, καὶ μάχης ἡμῖν, Ἀλέξανδρε, πρὸς ἀλλήλους, εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν, ὑπὲρ ὧν μόνων ἀνάγκη διαμάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις;

τοῖς δὲ ἄλλοις χρήμασι καὶ κτήμασι λεγομένοις, εἰ μέν εἰμι κρείττων, ἕτοιμος εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παθών. ἡσθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ δεξιωσάμενος αὐτόν, ἦ που νομίζεις, ἔφη, δίχα μάχης ἔσεσθαι τὴν ἔντευξιν ἡμῖν ἀπὸ τοιούτων λόγων καὶ φιλοφροσύνης; ἀλλʼ οὐδέν σοι πλέον ἐγὼ γὰρ ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιγένῃ.

λαβὼν δὲ δῶρα πολλὰ καὶ δοὺς πλείονα τέλος χίλια τάλαντα νομίσματος αὐτῷ προέπιεν. ἐφʼ οἷς τούς μέν φίλους ἰσχυρῶς ἐλύπησε, τῶν δὲ βαρβάρων πολλοὺς ἐποίησεν ἡμερωτέρως ἔχειν πρὸς αὐτόν. ἐπεὶ δὲ τῶν Ἰνδῶν οἱ μαχιμώτατοι μισθοφοροῦντες ἐπεφοίτων ταῖς πόλεσιν ἐρρωμένως ἀμύνοντες καὶ πολλὰ τὸν Ἀλέξανδρον ἐκακοποίουν, σπεισάμενος ἔν τινι πόλει πρὸς αὐτούς ἀπιόντας ἐν ὁδῷ λαβὼν ἅπαντας ἀπέκτεινε.

καὶ τοῦτο τοῖς πολεμικοῖς ἔργοις αὐτοῦ, τὰ ἄλλα νομίμως καὶ βασιλικῶς πολεμήσαντος, ὥσπερ κηλὶς πρόσεστιν. οὐκ ἐλάσσονα δὲ τούτων οἱ φιλόσοφοι πράγματα παρέσχον αὐτῷ, τούς τε προστιθεμένους τῶν βασιλέων κακίζοντες καὶ τούς ἐλευθέρους δήμους ἀφιστάντες. διὸ καὶ τούτων πολλοὺς ἐκρέμασε.

p.394