Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς, αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος, οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις.

λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπότομον[*](ἀπότομον Coraës’ correction of the MSS. ἀπρόσβατον, for which Bekker reads ἀπρόσμαχον, after Schaefer. Sintenis2 suggests ἀπότομον καὶ ἀπρόσβατον.) ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἴη τὴν ψυχὴν ὁ Σισιμίθρης. φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀνθρώπων, λέγεις σύ γε, φάναι, τὴν

p.390
πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι.

ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν. ἑτέρᾳ δὲ ὁμοίως ἀποτόμῳ προσβαλὼν τοὺς νεωτέρους τῶν Μακεδόνων παρώρμα, καὶ Ἀλέξανδρόν τινα καλούμενον μὲν προσαγορεύσας, ἀλλὰ σοί γε, εἶπεν, ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν. ἐπεὶ δὲ λαμπρῶς ὁ νεανίας ἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη.

τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν; καὶ γάρ ποταμὸς ἦν πρὸς αὐτῇ βαθὺσʼ ἐπιστὰς, τί γὰρ, εἶπεν, ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον καὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς· ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον· Ἄκουφις ἐκαλεῖτο.

θαυμάσας οὖν

paris.1624.698
τὴν λαμπρότητα καὶ φιλανθρωπίαν ὁ Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους. φήσαντος δὲ τοῦ Ἀλεξάνδρου, σὲ μὲν ἄρχοντα καταστήσαντας αὑτῶν, πρὸς δὲ ἡμᾶς πέμψαντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους, γελάσας ὁ Ἄκουφις, ἀλλὰ βέλτιον, εἶπεν, ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον ἢ τοὺς ἀρίστους.