Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοιαύτης ὑπογινομένης ἀλλοτριότητος πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλισθένης προσκυνῆσαι ψεύσαιτο τὴν ὁμολογίαν ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες ἐπεφύοντο φάσκοντες περιϊέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονοῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ περιέπειν ὡς μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι.