Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα μὲν οὖν ὁ ῝ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλισθένη συνέντα τήν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπεῖν

κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.
οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστοτέλης ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν.

ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως, καὶ μόνος ἐν φανερῷ διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης, καὶ μείζονος Ἀλέξανδρον, ἀποτρέψας τήν προσκύνησιν,

paris.1624.696
αὑτὸν δὲ ἀπώλεσεν, ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢ πεῖσαι τὸν βασιλέα.

Χάρης δὲ ὁ Μιτυληναῖός φησι τὸν Ἀλέξανδρον ἐν τῷ συμποσίῳ πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων· τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον, καὶ κατακλιθῆναι.

πάντων δὲ τοῦτο ποιούντων ἐφεξῆς τὸν Καλλισθένην λαβόντα τήν φιάλην, οὐ προσέχοντος τοῦ βασιλέως, Ἀλλὰ Ἡφαιστίωνι προσδιαλεγομένου, πιόντα προσιέναι φιλήσοντα, Δημητρίου δὲ τοῦ

p.382
προσονομαζομένου Φείδωνος εἰπόντος, ὦ βασιλεῦ, μὴ φιλήσῃς οὗτος γάρ σε μόνος οὐ προσεκύνησε, διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλισθένη μέγα φθεγξάμενον εἰπεῖν· φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι.