Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ κατʼ ἄλλας θύρας αὖθις εἰσῄει, μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων

οἴμοι, καθʼ Ἑλλάδʼ ὡς κακῶς νομίζεται.
οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει.

πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ

p.374
βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρʼ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη, τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.

ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε καὶ τήν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τήν ἀποσιώπησιν εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὑτὸν τήν τε ὄψιν ἣν εἶδε περὶ τοῦ Κλείτου, καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδιδόναι.

διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον, Ἀριστοτέλους οἰκεῖον ὄντα, καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον. ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴως, ὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπως, λαβέσθαι τοῦ πάθους, ὁ δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίᾳ, καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων, εὐθὺς εἰσελθὼν ἀνεβόησεν·