Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Φιλώτας δὲ ὁ Παρμενίωνος ἀξίωμα μὲν εἶχεν ἐν τοῖς Μακεδόσι μέγα καὶ γὰρ ἀνδρεῖος ἐδόκει καὶ καρτερικὸς εἶναι, φιλόδωρος δὲ

p.362
οὕτω καὶ φιλέταιρος μετʼ αὐτόν Ἀλέξανδρον οὐδείς, λέγεται γοῦν ὅτι τῶν συνήθων τινὸς αἰτοῦντος ἀργύριον ἐκέλευσε δοῦναι φήσαντος δὲ τοῦ διοικητοῦ μὴ ἔχειν, τί λέγεις; εἶπεν, οὐδὲ ποτήριον ἔχεις οὐδὲ ἱμάτιον;

ὄγκῳ δὲ φρονήματος καὶ βάρει πλούτου καὶ τῇ περὶ τὸ σῶμα θεραπείᾳ καὶ διαίτῃ χρώμενος ἐπαχθέστερον ἢ κατʼ ἰδιώτην, καὶ τότε δὴ τὸ σεμνὸν καὶ ὑψηλὸν οὐκ ἐμμελῶς, ἀλλʼ ἄνευ χαρίτων τῷ σολοίκῳ καὶ παρασήμῳ μιμούμενος, ὑποψίαν καὶ φθόνον ἔσχεν, ὥστε καὶ Παρμενίωνά ποτε εἰπεῖν πρός αὐτόν ὦ παῖ, χείρων μοι γίνου.

πρός δὲ αὐτόν Ἀλέξανδρον ἐκ πάνυ πολλῶν χρόνων ἐτύγχανε διαβεβλημένος, ὅτε γὰρ τὰ περὶ Δαμασκὸν ἑάλω χρήματα Δαρείου νικηθέντος ἐν Κιλικίᾳ, πολλῶν σωμάτων κομισθέντων εἰς τὸ στρατόπεδον εὑρέθη γύναιον ἐν τοῖς αἰχμαλώτοις, τῷ μὲν γένει Πυδναῖον, εὐπρεπὲς δὲ τὴν ὄψιν ἐκαλεῖτο δὲ Ἀντιγόνη.

τοῦτο ἔσχεν ὁ Φιλώτας οἷα δὲ νέος πρός ἐρωμένην καὶ σὺν οἴνῳ πολλὰ φιλότιμα καὶ στρατιωτικὰ παρρησιαζόμενος ἑαυτοῦ τὰ μέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πατρός, Ἀλέξανδρον δὲ μειράκιον ἀπεκάλει διʼ αὐτοὺς τὸ τῆς ἀρχῆς ὄνομα καρπούμενον.

ταῦτα τῆς γυναικὸς ἐκφερούσης πρός τινα τῶν συνήθων, ἐκείνου δέ, ὡς εἰκὸς, πρός ἕτερον, περιῆλθεν εἰς Κρατερὸν ὁ λόγος καὶ λαβὼν τὸ γύναιον εἰσήγαγε κρύφα πρός Ἀλέξανδρον. ἀκούσας δὲ ἐκεῖνος ἐκέλευσε φοιτᾶν εἰς ταὐτὸ τῷ Φιλώτᾳ, καὶ πᾶν, ὅ τι ἂν ἐκπύθηται τούτου, πρός αὐτόν ἀπαγγέλλειν βαδίζουσαν.

p.364