Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐντεῦθεν εἰς τήν Παρθικὴν ἀναζεύξας καὶ σχολάζων πρῶτον ἐνεδύσατο τήν βαρβαρικὴν στολὴν, εἴτε βουλόμενος αὑτὸν συνοικειοῦν τοῖς ἐπιχωρίοις νόμοις, ὡς μέγα πρὸς ἐξημέρωσιν ἀνθρώπων τὸ σύνηθες καὶ ὁμόφυλον, εἴτʼ ἀπόπειρά τις ὑφεῖτο τῆς προσκυνήσεως αὕτη τοῖς Μακεδόσι, κατὰ μικρὸν ἀνασχέσθαι τήν ἐκδιαίτησιν αὐτοῦ καὶ μεταβολὴν ἐθιζομένοις,

οὐ μὴν τήν γε Μηδικὴν ἐκείνην προσήκατο παντάπασι βαρβαρικὴν καὶ ἀλλόκοτον οὖσαν, οὐδὲ ἀναξυρίδας οὐδὲ κάνδυν οὐδὲ τιάραν ἔλαβεν, ἀλλὰ ἐν μέσῳ τινὰ τῆς Περσικῆς καὶ τῆς Μηδικῆς μιξάμενος εὖ πως, ἀτυφοτέραν μὲν ἐκείνης, ταύτης δὲ σοβαρωτέραν οὖσαν. ἐχρῆτο δὲ τὸ μὲν πρῶτον ἐντυγχάνων τοῖς βαρβάροις καὶ τοῖς ἑταίροις κατʼ οἶκον, εἶτα τοῖς πολλοῖς οὕτως ἐξελαύνων καὶ χρηματίζων ἑωρᾶτο.