Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφʼ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ· καὶ θεασάμενοι τὸν

p.350
Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα ταχὺ πλησάμενοι κράνος προσήνεγκαν. πυθομένου δὲ αὐτοῦ τίσι κομίζοιεν, υἱοῖς, ἔφασαν, ἰδίοις· ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν.

ταῦτα ἀκούσας ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος· περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶ αὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖς κεφαλαῖς καὶ πρὸς τὸ ποτὸν βλέποντας ἀπέδωκεν οὐ πιών, ἀλλʼ ἐπαινέσας τοὺς ἀνθρώπους, ἄν γὰρ αὐτὸς, ἔφη, πίω μόνος, ἀθυμήσουσιν οὗτοι.

θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαρροῦντα καὶ τοὺς ἵππους ἐμάστιζον· οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθʼ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς, ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον.