Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τοὺς περὶ αὑτὸν ἑώρα παντάπασιν ἐκτετρυφηκότας καὶ φορτικοὺς ταῖς διαίταις καὶ πολυτελείαις ὄντας, ὥστε Ἅγνωνα μέν τὸν Τήϊον ἀργυροῦς ἐν ταῖς κρηπῖσιν ἥλους φορεῖν, Λεοννάτῳ δὲ πολλαῖς καμήλοις ἀπʼ Αἰγύπτου κόνιν εἰς τὰ γυμνάσια παρακομίζεσθαι, Φιλώτᾳ δὲ πρὸς θήρας σταδίων ἑκατὸν αὐλαίας γεγονέναι, μύρῳ δὲ χρωμένους ἰέναι πρὸς ἄλειμμα καὶ λουτρὸν ὅσους οὐδὲ ἐλαίῳ, τρίπτας δὲ καὶ κατευναστὰς περιαγομένους, ἐπετίμησε πρᾴως καὶ φιλοσόφως,

θαυμάζειν φάμενος εἰ τοσούτους ἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας οὐ μνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱ

p.344
καταπονήσαντες ἥδιον καθεύδουσιν, οὐδὲ ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν παραβάλλοντες, ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, βασιλικώτατον δὲ τὸ πονεῖν. καίτοι πῶς ἄν τις, ἔφη, διʼ ἑαυτοῦ θεραπεύσειεν ἵππον ἢ λόγχην ἀσκήσειεν ἢ κράνος, ἀπειθικὼς τοῦ φιλτάτου σώματος ἅπτεσθαι τὰς χεῖρας;

οὐκ ἴστε, εἶπεν, ὅτι τοῦ κρατεῖν πέρας ἡμῖν ἐστι τὸ μὴ ταὐτὰ ποιεῖν τοῖς κεκρατημένοις; ἐπέτεινεν οὖν ἔτι μᾶλλον αὐτὸς ἑαυτόν ἐν ταῖς στρατείαις καὶ τοῖς κυνηγεσίοις, κακοπαθῶν καὶ παραβαλλόμενος, ὥστε καὶ Λάκωνα πρεσβευτήν παραγενόμενον αὐτῷ λέοντα καταβάλλοντι μέγαν εἰπεῖν· καλῶς γε, Ἀλέξανδρε, πρὸς τὸν λέοντα ἠγώνισαι περὶ τᾶς βασιλείας.

τοῦτο τὸ κυνήγιον Κρατερὸς εἰς Δελφοὺς ἀνέθηκεν, εἰκόνας χαλκᾶς ποιησάμενος τοῦ λέοντος καὶ τῶν κυνῶν καὶ τοῦ βασιλέως τῷ λέοντι συνεστῶτος καὶ αὑτοῦ προσβοηθοῦντος, ὧν τὰ μέν Λύσιππος ἔπλασε, τὰ δὲ Λεωχάρης.