Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθʼ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται, μνησθήσομαι δὲ ὀλίγων. ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, τοῦτο, εἶπεν, ὦ βασιλεῦ, παρʼ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον.

ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ

p.340
πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ[*](ἑαυτῷ Sint., with the best MSS.; Coraës and Bekker have σεαυτῷ. Cf. 5.) τοῦτο κομίσας.

ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως, ἐμοὶ δὲ οὐ δίδως; οὐ γὰρ αἰτεῖς, εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε.

Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε διʼ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, οὐκοῦν, εἶπεν, ὦ βασιλεῦ, δός τί μοι πιστὸν πρῶτον. ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς

paris.1624.688
σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει διʼ ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.