Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ γάρ ἐστιν ἡ Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπʼ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν.

Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλων ἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν ἡ γῆ μόνον, ἀλλʼ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν ἡ μὲν γὰρ πυρώδης, ὁ δὲ φιλόψυχρος, τῶν μὲν οὖν τοιούτων παρεκβάσεων, ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοι κατηγορήσουσιν.