Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.

ταῦτα ἀκούσαντα Δαρεῖον ἡ ταραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους· καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς σκηνῆς ἀπαγαγών, εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν, ἔφη, τύχης μακεδονίζεις, ἀλλʼ ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος, εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον, ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν, οἰκτρότερα δὲ ζώσης ἐπάσχομεν, καὶ μᾶλλον ἂν κατʼ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπεσόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα μέχρι[*](μέχρι Coraës and Bekker: καὶ μέχρι. ) τιμῆς τοσαύτης συμβόλαιον;

ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι, μήτε αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν

p.314
ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν ὑπʼ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον.